<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="629">ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·</l><l n="630">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="631"><milestone ed="P" unit="para"/>αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,</l><l n="632">οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον</l><l n="633">καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,</l><l n="634">οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,</l><l n="635">οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·</l><l n="636">τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·</l><l n="637">τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.</l><l n="638"><milestone ed="P" unit="para"/>Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,</l><l n="639">οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην</l><l n="640">Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·</l><l n="641">οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,</l><l n="642">οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·</l><l n="643">τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·</l><l n="644">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="645"><milestone ed="P" unit="para"/>Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="646">οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,</l><l n="647">Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον</l><l n="648">Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,</l><l n="649">ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.</l><l n="650">τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε</l><l n="651">Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·</l><l n="652">τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε</l><l n="654">ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,</l><l n="655">οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες</l><l n="656">Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.</l><l n="657">τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="658">ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,</l><l n="659">τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος</l><l n="660">πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.</l><l n="661">Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,</l><l n="662">αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα</l><l n="663">ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·</l></div></div></body></text></TEI>