τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος. οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.