<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><q><l n="62">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="63">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="64">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·</l><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="66">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="67">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="68">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="69">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="70">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν</l><l n="71">ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="72">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·</l><l n="73">πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,</l><l n="74">καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·</l><l n="75">ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.</l></q><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη</l><l n="77">Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,</l><l n="78">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="79">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="80">εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε</l><l n="81">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="82">νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·</l><l n="83">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,</l><l n="85">οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν</l><l n="86">σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.</l><l n="87">ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων</l><l n="88">πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,</l><l n="89">βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·</l><l n="90">αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·</l><l n="91">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="92">ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο</l><l n="93">ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει</l><l n="94">ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.</l><l n="95">τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα</l><l n="96">λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας</l><l n="97">κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς</l><l n="98">σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.</l><l n="99">σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας</l><l n="100">παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="101">ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.</l><l n="102">Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,</l><l n="103">αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·</l><l n="104">Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,</l><l n="105">αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,</l><l n="106">Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,</l><l n="107">αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,</l><l n="108">πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.</l><milestone ed="p" n="109" unit="card"/><l n="109">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="110">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="111">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,</l><l n="112">σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="113">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="114">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="115">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="116">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="117">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="118">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="119">αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι</l><l n="120">μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν</l><l n="121">ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="122">ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·</l><l n="123">εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε</l><l n="124">ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,</l><l n="125">Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,</l><l n="126">ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,</l><l n="127">Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,</l><l n="128">πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.</l><l n="129">τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν</l><l n="130">Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι</l><l n="131">πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,</l><l n="132">οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα</l><l n="133">Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.</l><l n="134">ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,</l><l n="135">καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·</l><l n="136">αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα</l><l n="137">εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον</l><l n="138">αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.</l><l n="139">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="140">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="141">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε</l><l n="143">πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·</l><l n="144">κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης</l><l n="145">πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε</l><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l><l n="150">νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη</l><l n="151">ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον</l><l n="152">ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,</l><l n="153">οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν</l><l n="154">οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη</l><l n="156">εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="157">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="158">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="159">Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="160">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν</l><l n="161">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="162">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·</l><l n="163">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="164">σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="165">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="166"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="167">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·</l><l n="168">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="169">εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="170">ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="171">ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·</l><l n="172">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q><l n="173">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="174">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="175">φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,</l><l n="176">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε</l><l n="177">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l></q></div></div></body></text></TEI>