νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε· τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης· τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος. οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο· τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι υἱέες υἱωνοί τε βίης Ἡρακληείης. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο, οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς. ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο, τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν. οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ