<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="615"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον</l><l n="616">ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα</l><l n="617">πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,</l><l n="618">τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ</l><l n="619">νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.</l><l n="620">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην</l><l n="621">υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·</l><l n="622">τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·</l><l n="623">τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς</l><l n="624">υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.</l><l n="625"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων</l><l n="626">νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,</l><l n="627">τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ</l><l n="628">Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,</l><l n="629">ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·</l><l n="630">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="631"><milestone ed="P" unit="para"/>αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,</l><l n="632">οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον</l><l n="633">καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,</l><l n="634">οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,</l><l n="635">οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·</l><l n="636">τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·</l><l n="637">τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.</l><l n="638"><milestone ed="P" unit="para"/>Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,</l><l n="639">οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην</l><l n="640">Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·</l><l n="641">οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,</l><l n="642">οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·</l><l n="643">τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·</l><l n="644">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="645"><milestone ed="P" unit="para"/>Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="646">οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,</l><l n="647">Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον</l><l n="648">Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,</l><l n="649">ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.</l><l n="650">τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε</l><l n="651">Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·</l><l n="652">τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε</l><l n="654">ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,</l><l n="655">οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες</l><l n="656">Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.</l><l n="657">τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,</l><l n="658">ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,</l><l n="659">τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος</l><l n="660">πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.</l><l n="661">Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,</l><l n="662">αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα</l><l n="663">ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·</l><l n="664">αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας</l><l n="665">βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι</l><l n="666">υἱέες υἱωνοί τε βίης Ἡρακληείης.</l><l n="667">αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·</l><l n="668">τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν</l><l n="669">ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,</l><l n="670">καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.</l><l n="671"><milestone ed="P" unit="para"/>Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας</l><l n="672">Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος</l><l n="673">Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε</l><l n="674">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·</l><l n="675">ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.</l><l n="676"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε</l><l n="677">καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,</l><l n="678">τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην</l><l n="679">Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·</l><l n="733">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l></div></div></body></text></TEI>