οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·