τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,