<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="603"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ</l><l n="604">Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,</l><l n="605">οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον</l><l n="606">Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην</l><l n="607">καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν</l><l n="608">Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,</l><l n="609">τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ</l><l n="610">ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ</l><l n="611">Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.</l><l n="612">αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="613">νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον</l><l n="614">Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.</l><milestone ed="p" n="615" unit="card"/><l n="615"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον</l><l n="616">ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα</l><l n="617">πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,</l><l n="618">τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ</l><l n="619">νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.</l><l n="620">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην</l><l n="621">υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·</l><l n="622">τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·</l><l n="623">τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς</l><l n="624">υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.</l><l n="625"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων</l><l n="626">νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,</l><l n="627">τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ</l><l n="628">Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,</l><l n="629">ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·</l><l n="630">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="631"><milestone ed="P" unit="para"/>αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,</l><l n="632">οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον</l><l n="633">καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,</l><l n="634">οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,</l><l n="635">οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·</l><l n="636">τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·</l><l n="637">τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.</l><l n="638"><milestone ed="P" unit="para"/>Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,</l><l n="639">οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην</l><l n="640">Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·</l><l n="641">οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,</l><l n="642">οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·</l><l n="643">τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·</l><l n="644">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="645"><milestone ed="P" unit="para"/>Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,</l></div></div></body></text></TEI>