οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί, οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,