θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν· τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ· τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί, οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον