στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν· τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ· τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.