<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="594">καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι</l><l n="595">ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς</l><l n="596">Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·</l><l n="597">στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ</l><l n="598">Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·</l><l n="599">αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν</l><l n="600">θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·</l><l n="601">τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·</l><l n="602">τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="603"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ</l><l n="604">Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,</l><l n="605">οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον</l><l n="606">Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην</l><l n="607">καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν</l><l n="608">Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,</l><l n="609">τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ</l><l n="610">ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ</l><l n="611">Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.</l><l n="612">αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="613">νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον</l><l n="614">Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.</l><milestone ed="p" n="615" unit="card"/><l n="615"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον</l><l n="616">ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα</l><l n="617">πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,</l><l n="618">τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ</l><l n="619">νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.</l><l n="620">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην</l><l n="621">υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·</l><l n="622">τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·</l><l n="623">τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς</l><l n="624">υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.</l><l n="625"><milestone ed="P" unit="para"/>οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων</l><l n="626">νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,</l><l n="627">τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ</l><l n="628">Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,</l></div></div></body></text></TEI>