καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος· στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·