<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="593">καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον</l><l n="594">καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι</l><l n="595">ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς</l><l n="596">Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·</l><l n="597">στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ</l><l n="598">Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·</l><l n="599">αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν</l><l n="600">θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·</l><l n="601">τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·</l><l n="602">τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="603"><milestone ed="P" unit="para"/>οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ</l><l n="604">Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,</l><l n="605">οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον</l><l n="606">Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην</l><l n="607">καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν</l><l n="608">Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,</l><l n="609">τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ</l><l n="610">ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ</l><l n="611">Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.</l><l n="612">αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="613">νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον</l><l n="614">Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.</l></div></div></body></text></TEI>