στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,