οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον, οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο, τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος