<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="577">Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι</l><l n="578">λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν</l><l n="579">κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν</l><l n="580">οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.</l><milestone ed="p" n="581" unit="card"/><l n="581"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,</l><l n="582">Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,</l><l n="583">Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,</l><l n="584">οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,</l><l n="585">οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,</l><l n="586">τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="587">ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·</l><l n="588">ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς</l><l n="589">ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ</l></div></div></body></text></TEI>