Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν, τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον, οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο, τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο· ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ