ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,