Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,