Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·