<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="551">κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·</l><l n="552">τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.</l><l n="553">τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ</l><l n="554">κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·</l><l n="555">Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·</l><l n="556">τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="557"><milestone ed="P" unit="para"/>Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,</l><l n="558">στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.</l><l n="559"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν</l><l n="560">Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,</l><l n="561">Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,</l><l n="562">οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,</l><l n="563">τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης</l></div></div></body></text></TEI>