κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν· τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,