<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="55">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="56">κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος</l><l n="57">ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ</l><l n="58">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·</l><l n="59">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·</l><q><l n="60">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="61">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,</l><l n="62">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="63">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="64">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·</l><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="66">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="67">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="68">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="69">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="70">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν</l><l n="71">ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="72">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·</l><l n="73">πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,</l><l n="74">καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·</l><l n="75">ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.</l></q></q></div></div></body></text></TEI>