<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="543">αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι</l><l n="544">θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·</l><l n="545">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="546" unit="card"/><l n="546"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον</l><l n="547">δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη</l><l n="548">θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,</l><l n="549">κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·</l><l n="550">ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται</l><l n="551">κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·</l><l n="552">τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.</l><l n="553">τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ</l><l n="554">κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·</l><l n="555">Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·</l><l n="556">τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="557"><milestone ed="P" unit="para"/>Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,</l><l n="558">στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.</l><l n="559"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν</l><l n="560">Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,</l></div></div></body></text></TEI>