τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.