<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="524">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="525">οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,</l><l n="526">Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.</l><l n="527"><milestone ed="P" unit="para"/>Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας</l><l n="528">μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας</l><l n="529">ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,</l><l n="530">ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·</l><l n="531">οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε</l><l n="532">Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς</l><l n="533">Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·</l><l n="534">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο</l><l n="535">Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.</l><l n="536"><milestone ed="P" unit="para"/>οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες</l><l n="537">Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν</l><l n="538">Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,</l><l n="539">οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,</l><l n="540">τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος</l><l n="541">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.</l><l n="542">τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες</l><l n="543">αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι</l><l n="544">θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·</l><l n="545">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="546" unit="card"/><l n="546"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον</l><l n="547">δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη</l><l n="548">θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,</l><l n="549">κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·</l><l n="550">ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται</l><l n="551">κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·</l><l n="552">τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.</l><l n="553">τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ</l><l n="554">κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·</l><l n="555">Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·</l><l n="556">τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="557"><milestone ed="P" unit="para"/>Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,</l><l n="558">στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.</l></div></div></body></text></TEI>