οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα· βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος· τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει· στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει· θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν· αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο. τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν, Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι, πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται· εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται· αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·