<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="503">οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,</l><l n="504">οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,</l><l n="505">οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,</l><l n="506">Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,</l><l n="507">οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν</l><l n="508">Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·</l><l n="509">τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ</l><l n="510">κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.</l><milestone ed="p" n="511" unit="card"/><l n="511"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,</l><l n="512">τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος</l><l n="513">οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,</l><l n="514">παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα</l><l n="515">Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·</l><l n="733">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l></div></div></body></text></TEI>