<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="5">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,</l><l n="6">πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·</l><l n="7">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="8">βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·</l><l n="9">ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="10">πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·</l><l n="11">θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="12">πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν</l><l n="13">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="14">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="15">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.</l></q><l n="16"><milestone ed="P" unit="para"/>ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·</l><l n="17">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="18">βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν</l><l n="19">εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.</l></div></div></body></text></TEI>