<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="499">οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,</l><l n="500">οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,</l><l n="501">Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,</l><l n="502">Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,</l><l n="503">οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,</l><l n="504">οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,</l><l n="505">οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,</l><l n="506">Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,</l><l n="507">οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν</l><l n="508">Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·</l><l n="509">τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ</l><l n="510">κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.</l><milestone ed="p" n="511" unit="card"/><l n="511"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,</l><l n="512">τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος</l><l n="513">οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,</l><l n="514">παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα</l><l n="515">Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·</l><l n="516">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="517"><milestone ed="P" unit="para"/>αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον</l><l n="518">υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,</l><l n="519">οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν</l><l n="520">Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,</l><l n="521">οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,</l><l n="522">οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,</l><l n="523">οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·</l><l n="524">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="525">οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,</l><l n="526">Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.</l><l n="527"><milestone ed="P" unit="para"/>Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας</l><l n="528">μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας</l><l n="529">ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,</l><l n="530">ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·</l><l n="531">οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε</l><l n="532">Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς</l><l n="533">Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·</l><l n="534">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο</l><l n="535">Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.</l><l n="536"><milestone ed="P" unit="para"/>οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες</l><l n="537">Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν</l><l n="538">Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,</l><l n="539">οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,</l><l n="540">τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος</l><l n="541">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.</l><l n="542">τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες</l></div></div></body></text></TEI>