οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον, Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν· τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον, τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο· τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ, ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον, οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον, τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες