<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="499">οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,</l><l n="500">οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,</l><l n="501">Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,</l><l n="502">Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,</l><l n="503">οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,</l><l n="504">οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,</l><l n="505">οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,</l><l n="506">Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,</l><l n="507">οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν</l><l n="508">Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·</l><l n="509">τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ</l><l n="510">κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.</l><milestone ed="p" n="511" unit="card"/><l n="511"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,</l></div></div></body></text></TEI>