οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον· ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον, Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,