<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="486">ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·</l><l n="487">οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·</l><l n="488">πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="489">οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,</l><l n="490">φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,</l><l n="491">εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο</l><l n="492">θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·</l><l n="493">ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.</l><l n="494"><milestone ed="P" unit="para"/>Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον</l><l n="495">Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,</l><l n="496">οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν</l><l n="497">Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,</l><l n="498">Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,</l></div></div></body></text></TEI>