σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,