<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="454">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="455"><milestone ed="P" unit="para"/>ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην</l><l n="456">οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,</l><l n="457">ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο</l><l n="458">αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.</l><milestone ed="p" n="459" unit="card"/><l n="459"><milestone ed="P" unit="para"/>τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ</l><l n="460">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων</l><l n="461">Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα</l><l n="462">ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι</l><l n="463">κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,</l><l n="464">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="465">ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν</l><l n="466">σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.</l><l n="467">ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι</l><l n="468">μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.</l><l n="469"><milestone ed="P" unit="para"/>ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ</l><l n="470">αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν</l><l n="471">ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,</l><l n="472">τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="473">ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.</l><l n="474"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες</l><l n="475">ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,</l><l n="476">ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα</l><l n="477">ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="478">ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,</l><l n="479">Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.</l><l n="480">ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων</l><l n="481">ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·</l><l n="482">τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ</l><l n="483">ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.</l><l n="484"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·</l><l n="485">ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,</l><l n="486">ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·</l><l n="487">οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·</l><l n="488">πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="489">οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,</l><l n="490">φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,</l><l n="491">εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο</l><l n="492">θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·</l><l n="493">ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.</l><l n="494"><milestone ed="P" unit="para"/>Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον</l><l n="495">Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,</l><l n="496">οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν</l><l n="497">Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,</l><l n="498">Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,</l><l n="499">οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,</l><l n="500">οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,</l><l n="501">Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,</l><l n="502">Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,</l><l n="503">οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,</l><l n="504">οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,</l><l n="505">οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,</l><l n="506">Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,</l><l n="507">οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν</l><l n="508">Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·</l><l n="509">τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ</l><l n="510">κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.</l><milestone ed="p" n="511" unit="card"/><l n="511"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,</l><l n="512">τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος</l><l n="513">οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,</l><l n="514">παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα</l><l n="515">Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·</l><l n="516">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="517"><milestone ed="P" unit="para"/>αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον</l><l n="518">υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,</l><l n="519">οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν</l><l n="520">Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,</l><l n="521">οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,</l><l n="522">οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,</l><l n="523">οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·</l><l n="524">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="525">οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,</l><l n="526">Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.</l><l n="527"><milestone ed="P" unit="para"/>Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας</l><l n="528">μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας</l><l n="529">ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,</l><l n="530">ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·</l><l n="531">οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε</l><l n="532">Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς</l><l n="533">Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·</l><l n="534">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο</l><l n="535">Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.</l><l n="536"><milestone ed="P" unit="para"/>οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες</l><l n="537">Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν</l><l n="538">Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,</l><l n="539">οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,</l><l n="540">τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος</l><l n="541">Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.</l><l n="542">τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες</l><l n="543">αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι</l><l n="544">θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·</l><l n="545">τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><milestone ed="p" n="546" unit="card"/><l n="546"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον</l><l n="547">δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη</l><l n="548">θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,</l><l n="549">κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·</l><l n="550">ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται</l><l n="551">κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·</l><l n="552">τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.</l><l n="553">τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ</l><l n="554">κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·</l><l n="555">Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·</l><l n="556">τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="557"><milestone ed="P" unit="para"/>Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,</l><l n="558">στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.</l><l n="559"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν</l><l n="560">Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,</l><l n="561">Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,</l><l n="562">οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,</l><l n="563">τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης</l><l n="564">καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·</l><l n="565">τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς</l><l n="566">Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·</l><l n="567">συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·</l><l n="568">τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="569"><milestone ed="P" unit="para"/>οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον</l><l n="570">ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,</l><l n="571">Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν</l><l n="572">καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,</l><l n="573">οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν</l><l n="574">Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο</l><l n="575">Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,</l><l n="576">τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων</l><l n="577">Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι</l><l n="578">λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν</l><l n="579">κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν</l><l n="580">οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.</l><milestone ed="p" n="581" unit="card"/><l n="581"><milestone ed="P" unit="para"/>οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,</l><l n="582">Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,</l><l n="583">Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,</l><l n="584">οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,</l><l n="585">οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,</l><l n="586">τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="587">ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·</l><l n="588">ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς</l><l n="589">ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ</l></div></div></body></text></TEI>