<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="454">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="455"><milestone ed="P" unit="para"/>ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην</l><l n="456">οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,</l><l n="457">ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο</l><l n="458">αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.</l><milestone ed="p" n="459" unit="card"/><l n="459"><milestone ed="P" unit="para"/>τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ</l><l n="460">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων</l><l n="461">Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα</l><l n="462">ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι</l><l n="463">κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,</l><l n="464">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="465">ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν</l><l n="466">σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.</l><l n="467">ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι</l><l n="468">μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.</l><l n="469"><milestone ed="P" unit="para"/>ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ</l><l n="470">αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν</l><l n="471">ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,</l><l n="472">τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="473">ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.</l><l n="474"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες</l><l n="475">ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,</l><l n="476">ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα</l><l n="477">ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="478">ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,</l><l n="479">Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.</l><l n="480">ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων</l><l n="481">ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·</l><l n="482">τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ</l><l n="483">ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.</l><l n="484"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·</l><l n="485">ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,</l><l n="486">ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·</l><l n="487">οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·</l><l n="488">πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l></div></div></body></text></TEI>