<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="447">αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,</l><l n="448">τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,</l><l n="449">πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·</l><l n="450">σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν</l><l n="451">ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ</l><l n="452">καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="453">τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι</l><l n="454">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="455"><milestone ed="P" unit="para"/>ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην</l><l n="456">οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,</l><l n="457">ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο</l><l n="458">αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.</l><milestone ed="p" n="459" unit="card"/><l n="459"><milestone ed="P" unit="para"/>τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ</l></div></div></body></text></TEI>