οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·