<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="439">ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="440">ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.</l></q><l n="441"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="442">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="443">κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="444">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="445">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες</l><l n="446">θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="447">αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,</l><l n="448">τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,</l><l n="449">πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·</l><l n="450">σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν</l><l n="451">ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ</l><l n="452">καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="453">τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι</l><l n="454">ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="455"><milestone ed="P" unit="para"/>ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην</l><l n="456">οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,</l><l n="457">ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο</l><l n="458">αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.</l><milestone ed="p" n="459" unit="card"/><l n="459"><milestone ed="P" unit="para"/>τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ</l><l n="460">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων</l><l n="461">Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα</l><l n="462">ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι</l><l n="463">κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,</l><l n="464">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="465">ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν</l><l n="466">σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.</l><l n="467">ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι</l><l n="468">μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.</l><l n="469"><milestone ed="P" unit="para"/>ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ</l><l n="470">αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν</l><l n="471">ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,</l><l n="472">τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="473">ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.</l><l n="474"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες</l><l n="475">ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,</l><l n="476">ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα</l><l n="477">ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="478">ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,</l><l n="479">Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.</l><l n="480">ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων</l><l n="481">ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·</l><l n="482">τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ</l><l n="483">ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.</l><l n="484"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·</l><l n="485">ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,</l><l n="486">ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·</l><l n="487">οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·</l><l n="488">πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,</l><l n="489">οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,</l><l n="490">φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,</l><l n="491">εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο</l><l n="492">θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·</l><l n="493">ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.</l><l n="494"><milestone ed="P" unit="para"/>Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον</l><l n="495">Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,</l><l n="496">οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν</l><l n="497">Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,</l><l n="498">Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,</l><l n="499">οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,</l><l n="500">οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,</l><l n="501">Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,</l><l n="502">Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,</l><l n="503">οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,</l><l n="504">οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,</l><l n="505">οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,</l><l n="506">Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,</l><l n="507">οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν</l><l n="508">Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·</l><l n="509">τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ</l><l n="510">κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.</l><milestone ed="p" n="511" unit="card"/><l n="511"><milestone ed="P" unit="para"/>οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,</l><l n="512">τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος</l><l n="513">οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,</l><l n="514">παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα</l><l n="515">Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·</l><l n="516">τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.</l><l n="517"><milestone ed="P" unit="para"/>αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον</l><l n="518">υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,</l><l n="519">οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν</l><l n="520">Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,</l><l n="521">οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,</l><l n="522">οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,</l><l n="523">οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·</l><l n="524">τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.</l><l n="525">οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,</l><l n="526">Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.</l><l n="527"><milestone ed="P" unit="para"/>Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας</l><l n="528">μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας</l></div></div></body></text></TEI>