αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων