καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα· βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων