<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="427">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="428">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="429">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="430">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="431">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="432">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="433">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="434">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="435">μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν</l><l n="436">ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.</l><l n="437">ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="438">λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,</l></q></div></div></body></text></TEI>