<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="419"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,</l><l n="420">ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="422">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="423">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="424">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="425">καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,</l><l n="426">σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.</l><l n="427">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="428">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="429">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="430">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="431">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="432">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="433">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="434">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,</l><l n="435">μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν</l><l n="436">ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.</l><l n="437">ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="438">λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,</l><l n="439">ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="440">ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.</l></q><l n="441"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="442">αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="443">κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="444">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.</l><l n="445">οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες</l><l n="446">θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="447">αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,</l><l n="448">τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,</l><l n="449">πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·</l><l n="450">σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν</l><l n="451">ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ</l><l n="452">καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="453">τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι</l></div></div></body></text></TEI>