ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι