<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="415">αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,</l><l n="416">Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι</l><l n="417">χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="418">πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.</l><milestone ed="p" n="419" unit="card"/></q><l n="419"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,</l><l n="420">ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.</l><l n="421">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="422">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="423">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="424">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.</l><l n="425">καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,</l><l n="426">σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.</l></div></div></body></text></TEI>