<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="408">αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·</l><l n="409">ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.</l><l n="410">βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·</l><l n="411">τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·</l><q><l n="412">Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων</l><l n="413">μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν</l><l n="414">πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον</l><l n="415">αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,</l><l n="416">Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι</l><l n="417">χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="418">πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.</l><milestone ed="p" n="419" unit="card"/></q><l n="419"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,</l><l n="420">ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.</l></div></div></body></text></TEI>