αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν