αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν, ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.